Μεθ” ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς,
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Ἰσχυκότες ἡττᾶσθε.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός,
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ” οὐ μὴ ταραχθῶμεν.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ” αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ” αὐτῷ, καὶ σωθήσομαι δι” αὐτοῦ.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός,
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ” ἡμᾶς.
Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.
Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν,
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον,
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Μεθ” ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ” ἡμῶν ὁ Θεός.
Από την ακολουθία του Μεγάλου Αποδείπνου
http://www.youtube.com/watch?v=asAbZ5Mdgms
http://www.xristianos.net





