Τρίτη 20 Νοεμβρίου 2012

Αυτός είναι ο Υιός Μου ο Αγαπητός!!!

 

κατὰ Ματθαῖον, κεφάλαιον γ´

17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· 
Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.


κατὰ Μᾶρκον, κεφάλαιον α´


11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, 
Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.


κατὰ Λουκᾶν, κεφάλαιον γ´


22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, 
καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, 
Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.


κατὰ Ἰωάννην, κεφάλαιον α´

32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν·
 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. 
34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου